Περικόσμηση του Αδελφού Θεοδοσίου Τάσιου ως Επιτίμου Υπάτου Μεγάλου Ταξιάρχου

Εἰς Δόξαν Τοῦ Μεγάλου Ἀρχιτέκτονος Τοῦ Σύμπαντος

Τύχῃ ἀγαθῇ

Τὸ Ὕπατον Συμβούλιον διὰ τὴν Ἑλληνικὴν Δικαιοδοσίαν τοῦ Ἀρχαίου καὶ Ἀποδεδεγμένου Σκωτικοῦ Τύπου, ἔγνω ὀρθῶς

Θεοδόσιον Π. Τάσιον

ἐπαινεῖν διὰ τὴν ἀρετὴν καὶ διὰ τὰς εὐεργεσίας, ἃς ἐπ’ ὠφελείᾳ τῶν τὴν Ἐλευθέραν Τεκτονικὴν
καὶ μάλιστα τὸν Σκωτικὸν Τύπον ἀσκούντων προσεκόμισεν καὶ ταυτοχρόνως αὐτὸν ἀνακηρῦξαι

Ἐπίτιμον Ὕπατον Μέγαν Ταξιάρχην

Ἐπεὶ δὲ ὁ αδελφός Θεοδόσιος Π. Τάσιος περὶ τὴν Ἐλευθεροτεκτονικὴν καὶ τὸν Σκωτικὸν Τύπον ἰδιαιτέρως, ἐσπούδασε
καὶ τὴν μελέτην καὶ τὴν διάδοσιν τοῦ Σκωτισμοῦ καὶ τοῦ Τεκτονικοῦ Πολιτισμοῦ ἔργοις, διδασκαλίαις καὶ συγγράμμασιν
εὐφήμοις ἐφιλοπόνως ἐπροήγαγε, τὸ Ὕπατον Συμβούλιον, κοινῇ γνώμῃ καὶ ὁμοθύμως ἀποφηνάμενον, κατέταξεν αὐτὸν
εἰς τοὺς Ἐπιτίμους Ὑπάτους Μεγάλους Ταξιάρχας
καὶ πάσας τὰς τῷ ἀξιώματι συνεζευγμένας προνομίας αὐτῷ ἀπέδωκεν.

Πρὸς ἐπικύρωσιν τοῦ ἐν λόγῳ γεγονότος, ὁ Ὕπατος Μέγας Ταξιάρχης ὑπέγραψε διὰ χειρὸς καὶ ἐσφράγισε διὰ τῆς σφραγῖδος
τοῦ Ἀξιώματός του τὸ παρὸν, καθὼς ἐπίσης τὸ αὐτὸ ἐποίησεν ὁ Μέγας Καγκελάριος - Μέγας Γενικός Γραμματεὺς.
Ἐν τέλει τὸ παρὸν ἐσφραγίσθη διὰ τῆς Μεγάλης Σφραγίδος τοῦ Ὑπάτου Συμβουλίου διὰ τὴν Ἑλληνικὴν Δικαιοδοσίαν.

Ἐγένετο ἐν Κοιλάδι Ἰλισοῦ καί Ἀνατολῇ Ἀθηνῶν

Ο ΥΠΑΤΟΣ ΜΕΓΑΣ ΤΑΞΙΑΡΧΗΣ.
Ο ΜΕΓΑΣ ΚΑΓΚΕΛΑΡΙΟΣ

Όλα τα νέα και οι εκδηλώσεις